Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.320 Joseph. AJ 18.324 (English) >>Joseph. AJ 18.329

18.322περιειλήμμεθα δόλῳ μηδὲν βοσκημάτων διαφέροντες· τοσῆσδε ἵππου πλῆθος ἐπελαύνουσιν ἡμῖν ἐν ἀπορίᾳ χειρῶν κειμένοις διὰ τὸ κατείργεσθαι προαγορεύσει τῶν πατρίων εἰς τὸ ἀργεῖν.” 18.323 Ἀσιναῖος δὲ οὐκ ἄρα γνώμῃ τοῦ κατασκόπου κρίνειν ἔμελλεν ἐπὶ τοῖς ποιητέοις, ἀλλὰ νομιμώτερον ἡγησάμενος τοῦ ἐπʼ ἀπράκτοις τελευτῶντας εὐφραίνειν τοὺς πολεμίους τὸ ἀλκῆς δεξάμενος αὐτοὺς ὑπὲρ τῆς ἀνάγκης εἰς ἣν ἐνεπεπτώκει παρανομεῖν τιμωρίαν ἀπολαμβάνοι, εἰ δέοι τελευτᾶν, αὐτός τε ἀναλαμβάνει τὰ ὅπλα καὶ τοῖς σὺν αὐτῷ θάρσος ἐνεποίει τῆς ἐπὶ τὰ ὅμοια ἀρετῆς. 18.324ὁμόσε ἴασι τοῖς πολεμίοις, καὶ πολλοὺς κτείναντες αὐτῶν διὰ τὸ καταφρονοῦντας ὡς ἐπὶ τὰ ἕτοιμα χωρεῖν εἰς φυγὴν τρέπονται τὸ λοιπόν. 18.325

δὲ τῶν Πάρθων βασιλεύς, ἐπεὶ ἀφίκετο αὐτῷ ἀγγελία τῆς μάχης, ἐκπλαγεὶς τῷ τολμήματι τῶν ἀδελφῶν ἐπεθύμησεν αὐτοῖς ἐλθεῖν διʼ ὄψεως καὶ λόγων, καὶ πέμπει τὸν πιστότατον τῶν σωματοφυλάκων λέγοντα, 18.326ὅτι βασιλεὺς Ἀρτάβανος καίπερ ἠδικημένος ὑφʼ ὑμῶν ἐπιχειρήσεως αὐτοῦ τῇ ἀρχῇ γενομένης ἐν ἐλάσσονι τὴν καθʼ αὑτὸν ὀργὴν τῆς ὑμετέρας ἀρετῆς ποιησάμενος ἀπέστειλέν με δεξιάς τε καὶ πίστιν δώσοντα ὑμῖν, συγχωρῶν ἄδειάν τε καὶ ἀσυλίαν ὁδῶν, χρῄζων ἐπὶ φιλίᾳ προσχωρεῖν πρὸς αὐτὸν δόλου τε καὶ ἀπάτης χωρίς, δῶρά τε δώσειν ὑπισχνεῖται καὶ τιμήν, ἥτις ὑμῖν πρὸς τῇ νῦν οὔσῃ ἀρετῇ μελλήσει δυνάμει τῇ ἐκείνου ὠφελεῖν.” Ἀσιναῖος δὲ αὐτὸς μὲν ὑπερβάλλεται ὁδοὺς τὰς ἐκεῖ,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.320 Joseph. AJ 18.324 (English) >>Joseph. AJ 18.329

Powered by PhiloLogic